|
Δεκάστιχοι πρὸς τὸν αὐτοκράτορα κῦρ Ἰωάννην
|
A Dekastische for Autokrator Lord John
|
|
τὸν Κομνηνὸν στρατεύσαντα καὶ πάλιν κατὰ
|
Komnenos taking the field and again against the
|
|
Περσῶν εὐκτήριοι ληφθέντες ἀπὸ πάντων
|
Persians : prayers taken from of all the prophets
|
|
τῶν προφητῶν
|
|
|
|
|
|
|
|
17.1 Ὁρῶν παραταττόμενον κατὰ Περσῶν σε πάλιν
|
Seeing you ready for battle against the Persians again
|
|
17.2 καὶ κατὰ τῶν ἐξ Ἰσμαὴλ ἐκτείνοντα τὸ δόρυ,
|
and stretching your spears against the get of Ismail,
|
|
17.3 δέσποτα θεοφρούρητε, θαῦμα τῆς οἰκουμένης,
|
O Despotes guarded by God, marvel of the Greek world,
|
|
17.4 Ῥώμης στερρὸν χαράκωμα καὶ πρόβλημα καὶ τεῖχος,
|
solid palisade, bulwark and barrier of Rome,
|
|
17.5 ἤθελον συστρατεῦσαι σοι, συνάρασθαι τοῦ πόνου
|
I wished to join your campaign, take part in the toil of war,
|
|
17.6 καὶ συνοπλοδυτῆσαι σοι καὶ συμπερσομαχῆσαι
|
and bear arms and fight the Persians together ;
|
|
17.7 ἀλλὰ μου τὴν ἀσθένειναν τὴν ἄκραν ἐννοήσας
|
yet, having considered my very deep weakness,
|
|
17.8 ἑτέραν ἔτεμον ὁδόν, ἄλλην ἐτράπην τρίβον
|
I advanced upon another road, I turned upon another path
|
|
17.9 καὶ ταῖς εὐχαῖς προπέμπω σε καὶ ταύταις συμμαχῶ σοι
|
and I send you forth with prayers,through which I join you in battle
|
|
17.10 καὶ ταύταις συνασπίζω σοι κατὰ τῶν ἐναντίων.
|
and shield you against adversaries.
|
|
|
|
|
|
|
17.11 Εἰ μὲν ἐπέγνων ἐμαυτὸν ἐξ ἔργων ἐναρέτων
|
If I could recognize myself by virtuous deeds,
|
|
17.12 τὸ θεῖον θεραπεύσαντα, γῆς κράτορ μονοκράτορ,
|
praying God, sole ruler of the earth,
|
|
17.13 καὶ ζήσαντα προδρομικῶς, ὡς ἡ προσηγορία,
|
and living in a [prodromic way], as my name goes,
|
|
17.14 τάχ᾽ἂν ηὐχόμην σοι θαρρῶν ἐν πλείστη πεποιθήσει
|
I’d probably pray, trusting you with the utmost confidence,
|
|
17.15 ἐξ ἐμαυτοῦ σοι τὰς εὐχὰς εὐνοϊκῶς κομίζων·
|
and gracefully conveying my prayers from myself to you ;
|
|
17.16 ἐπεὶ δὲ συγγινώσκω μου πᾶν ῥυπαρὸν τῷ βίῳ,
|
but since I know how filthy my life is,
|
|
17.17 ἀπ᾽ἐμαυτοῦ μὲν οὐ θαρρῶ τὰ τῆς εὐχῆς σοι δοῦναι,
|
I do not dare to offer you such prayers myself
|
|
17.18 ἐκ τῶν σοφῶν δὲ προφητῶν δανείζομαι καὶ λέγω
|
instead I borrow [those] from the wise prophets and I speak
|
|
17.19 καὶ μάλιστα τῆς τοῦ Δαυὶδ πνευματοκρούστου λύρας
|
most through the lyre of David of the beautiful soul
|
|
17.20 καὶ τούτοις χρῶμαι συνεργοῖς ἄρτι καὶ συνευχέταις.
|
and now I use them as co-operating and co-prayers.
|
|
|
|
|
|
|
17.21 Πάρεσο, θεῖε ψαλτῳδέ, προφῆτα θεοπάτορ,
|
Come now, divine psalmist, prophet and Theopator,
|
|
17.22 καὶ κάταρχέ μοι τῆς εὐχῆς ὥσπερ ἐκ χρηστηρίου,
|
and begin the prayer through me as if from an oracle ;
|
|
17.23 ἔντεινε καὶ κατευοδοῦ, βοῶν τῷ βασιλεῖ μου,
|
stretch tight your bow and greatly prosper, shouting to my emperor,
|
|
17.24 ἕνεκεν ἀληθείας σου, χάριν πραότητός σου,
|
in behalf of your truth, of your gentleness,
|
|
17.25 χάριν δικαιοσύνης σου, χάριν φιλανθρωπίας
|
your justice, and your philanthropy.
|
|
17.26 ἠκονημένα, δυνατέ, τυγχάνει σου τὰ βέλη,
|
being sharpened, O mighty one, are your arrows,
|
|
17.27 ῥάβδος ἐστὶν εὐθύτητος ἡ ῥάβδος σου τοῦ κράτους,
|
a sceptre of justice is the sceptre of your kingdom,
|
|
17.28 ἐν τῷ μηρῷ σου τὴν λαμπρὰν περίζωσαι ῥομφαίαν.
|
gird your shiny sword at your side.
|
|
17.29 λαοὶ πεσοῦνται κάτω σου καὶ προσκυνήσουσί σοι,
|
Nations shall fall beneath you prostrate,
|
|
17.30 καὶ πᾶσαν ὁ παμβασιλεὺς πληρώσει τὴν βουλήν σου.
|
and may the Lord make all your plans succeed.
|
|
|
|
|
|
|
17.31 Καὶ πάλιν πάρεσο, Δαυίδ, καὶ πάλιν χρησμοδότει
|
Come again, David, and again give us oracles
|
|
17.32 καὶ πρόλεγε τὴν τῶν Περσῶν ἐρήμωσιν καὶ πτῶσιν·
|
and foretell the despoliation and fall of the Persians.
|
|
17.33 ὁ κατοικῶν ἐν οὐρανοῖς τούτους καταγελάσει,
|
Τhe one dwelling in heaven shall mock them,
|
|
17.34 καὶ κύριος μυκτηριεῖ τὸν τούτων σατραπάρχην.
|
and the lord shall ridicule their satrap.
|
|
17.35 τότε λαλήσει πρὸς αὐτούς πλὴν ὀργῇ βαρείᾳ,
|
Then, he shall speak to them without anger,
|
|
17.36 καὶ συνταράξειεν αὐτούς, πλὴν ἐν θυμῷ μεγάλῳ.
|
and agitate them, without great rage.
|
|
17.37 παγίδα βρέξει πρὸς αὐτοὺς καὶ βέλη κατενέγκει
|
He shall rain upon them snares and throw arrows
|
|
17.38 καὶ πῦρ καὶ θεῖον ἐν ταὐτῷ καὶ πνεῦμα καταιγίδος.
|
and fire and sulfur and the wind of a hurricane.
|
|
17.39 λεπτύνει τούτους ὡσεὶ χνοῦν εἰς πρόσωπον ἀνέμου
|
He dissolves them as dust before the wind
|
|
17.40 καὶ λεανεῖ κατὰ πηλὸν τὸν ἐπὶ ταῖς πλατείαις.
|
and tramples them like mud in the streets.
|
|
|
|
|
|
|
17.41 Ἄκουσον, θεῖε βασιλεῦ, λαμπρὲ τροπαιοφόρε,
|
Listen, divine Emperor, radiant trophy bearer,
|
|
17.42 ἅπερ Δαυίδ ὁ παλαιὸς σοί, τῷ Δαυὶδ τῷ νέῳ,
|
to those things David the elder, to you, David the young,
|
|
17.43 ὡς ἐκ φωνῆς τῆς θεϊκῆς προφητικῶς προλέγει·
|
announce prophetically, through a divine voice.
|
|
17.44 εὖρον Δαυὶδ τὸν δοῦλον μου τὸν χαριτωνυμοῦντα,
|
I have found David my servant of gracious import,
|
|
17.45 ἔχρισα τοῦτον ἱερῶς ἁγίῳ χρίσματί μου,
|
and anointed him sacredly with my holy unction,
|
|
17.46 ὅθεν συναντιλήψομαι τούτῳ καὶ συμμαχήσω,
|
whence Ι will take part in this and ally together,
|
|
17.47 καὶ κατισχύσειεν αὐτὸν ὁ μέγας μου βραχίων.
|
and my great arm will strengthen him.
|
|
17.48 αὐτὸς θεόν με προσερεῖ, καλέσει με πατέρα,
|
He shall address me as God, he shall call me father,
|
|
17.49 κἀγὼ πρωτότοκον αὐτὸν ἐν τοῖς υἱοῖς μου θήσω,
|
and I will make him, among my children, the first-born,
|
|
17.50 ἐπείπερ ἠγαπήθη μοι, καθὼς ἠγάπησέ με.
|
and he will be loved by me as much as he will love me.
|
|
|
|
|
|
|
17.51 Ἔρρε, Περσάρχα βάρβαρε, μέχρι πυθμένων Ἅιδου,
|
Be gone, barbarian Persian Lords, up to the depths of Hades,
|
|
17.52 μεταναστεύσαι σε θεὸς ἀπὸ σκηνώματός σου,
|
God will pluck you from your tents,
|
|
17.53 ἐκτίλαι σε προθέλυμνον, ἐκκόψαι σε ῥιζόθεν,
|
uproot you and eradicate you,
|
|
17.54 ἐντείναι τόξον ἑαυτοῦ, μέχρις ἐξασθενήσεις
|
and stretch out his bow, until you are exhausted,
|
|
17.55 καὶ μέχρις ἀνταναιρεθῆς κατὰ κηρὸν τακέντα
|
and you’ll be struck off like beeswax melting away.
|
|
17.56 καὶ νύκτωρ ἀνθυποστραφῆς ὡς κύων καὶ λιμώξεις.
|
and return at night and be famished like a dog.
|
|
17.57 ὁ Κομνηνὸς δὲ βασιλεὺς ὡς φοῖνιξ ἐξανθήσει
|
The Komnenos Emperor shall bloom like a palm tree,
|
|
17.58 καὶ τοῖς τροπαίοις πληθυνθῆ καὶ ταῖς ἀνδραγαθίαις
|
and multiplied in trophies and manly virtues
|
|
17.59 ὑπὲρ τὴν καλλιέλαιον καὶ τὴν Λιβάνου κέδρον.
|
[raising] above the garden olives and the cedar of Lebanon.
|
|
17.60 καὶ ταῦτα τὴς Δαυιτικῆς ἠχήματα κιθάρας.
|
And these are the songs of David’s lyre.
|
|
|
|
|
|
|
17.61 Χώρει, γεννάδα βασιλεῦ, θαρρῶν κατὰ τοῦ Πέρσου,
|
Go, noble Emperor, be courageous against the Persians,
|
|
17.62 ὁ γὰρ θεός σε ῥύσεται, καθ᾽ἃ Δαυὶδ προλέγει,
|
for God shall protect you, as David foretells,
|
|
17.63 ἀπὸ παγίδος θηρευτῶν καὶ λόγου ταραχώδους,
|
from the snare of the fowler and from the noisome pestilence ;
|
|
17.64 σκιάσει δέ σε θαυμαστῶς τοῖς τούτου μεταφρένοις
|
with his feathers he shall cover you marvellously
|
|
17.65 καὶ τοῖς ἀγγέλοις ἑαυτοῦ δεσποτικῶς κελεύσει
|
and like a master he shall order his angels
|
|
17.66 διαφυλάσσειν σε καλῶς ἐν πάσαις ταῖς ὁδοῖς σου.
|
to guard you well in all your ways.
|
|
17.67 ἐπὶ χειρῶν ἀροῦσι σε, μήποτε καὶ προσκόψης.
|
They will lift you up in their hands, so that you won’t stumble.
|
|
17.68 ἑῴου βασιλίσκου δὲ καὶ δυτικῆς ἀσπίδος
|
Cobra of the east and serpent of the west
|
|
17.69 καὶ λέοντος μεσημβρινοῦ καὶ δράκοντος ἀρκτῴου
|
and lion of the south and dragon of the north
|
|
17.70 τὸ κράτος ἄκρῳ τῷ ταρσῷ βασιλικῶς πατήσεις.
|
you shall royally trample on power with the ends of your feet.
|
|
|
|
|
|
|
17.71 Καλῶ καὶ σὲ τὸν Ἀββακοὺμ τὸν βλέποντα τὸν μέγαν
|
I also summon you, Abbakum the great seer,
|
|
17.72 συνάρασθαί μοι τῆς εὐχῆς τῆς εἰς τὸν βασιλέα
|
to join me in praying for the Emperor
|
|
17.73 καὶ προφοιβάσαι τρόπαια καὶ προχρηστηριάσαι
|
and predict the defeat [of the enemies], give oracles
|
|
17.74 καὶ προειπεῖν τὸν ὄλεθρον τοῖς ἀλαζόσι Πέρσαις.
|
and foretell the ruin of the arrogant Persians.
|
|
17.75 ἰδοὺ κινήσω καθ᾽ὑμῶν τοὺς μαχητὰς Ῥωμαίους,
|
Now I arouse the Roman warriors against you :
|
|
17.76 τοῖς ἵπποις τούτων ἁλτικὰς ἐνθήσομαι δυνάμεις
|
I shall imbue the jumping powers of their horses,
|
|
17.77 ὑπὲρ ὁρμὴν παρδάλεων καὶ λύκων Ἀρραβίας,
|
[which are] swifter than the leopards and wolves of Arabia
|
|
17.78 καὶ γαῦρον ἐξιππάσονται καὶ δράμονται μακρόθεν
|
and they shall ride forth [in exultation] and run far off
|
|
17.79 καὶ πετασθῶσι κατὰ γῆς τῆς σοβαρᾶς Περσίδος
|
and fly over the violent Persian land,
|
|
17.80 ὡς ἀετὸς ὀξύρροπος καὶ πρόθυμος εἰς βρῶσιν.
|
like an eagle quickly turning and swooping for meat.
|
|
|
|
|
|
|
17.81 Ἄκουε, πορφυρόβλαστε σκηπτοῦχε πολιοῦχε,
|
Listen, porphyrogenitus sceptered city protector,
|
|
17.82 ἅπερ ὁ μέγας Ἀββακοὺμ εὐαγγελίζεταί σοι
|
to the words the great Abbakum announces you
|
|
17.83 πορευομένῳ κατ᾽ἐχθρῶν καὶ πάλιν τῶν ἑῴων.
|
while you march against the enemies and back to the East.
|
|
17.84 ἐξῆλθες, ἄναξ, εἰς τοῦ σοῦ λαοῦ τὴν σωτηρίαν
|
You came out, Lord, to save your people,
|
|
17.85 καὶ πάλιν θάνατον βαλεῖς εἰς κεφαλὰς ἀνόμων,
|
and again you shall cast death onto the heads of the impious,
|
|
17.86 πάλιν δεσμοὺς ἐξεγερεῖς ἕως αὐτῶν τραχήλων
|
and again place bonds unto their necks
|
|
17.87 καὶ κεφαλὰς τῶν δυναστῶν συγκόψεις ἐν ἐκστάσει,
|
and cut the heads of their rulers in anger ;
|
|
17.88 λαμπραὶ δ᾽ἀπὸ τῶν ὅπλων σου πορεύσονται βολίδες,
|
shiny arrows shall go forth/depart from your army,
|
|
17.89 αἰχμαλωσίαν δὲ πολλὴν ὡς ἄμμον συναγάγης
|
and you shall gather as the sand much captivity,
|
|
17.90 καὶ πᾶσιν ὀχυρώμασι βαρβαρικοῖς ἐμπαίξεις.
|
and you sport in [shall mock) all the barbarian strongholds.
|
|
|
|
|
|
|
17.91 Μάνθανε, γῆ Χαλδαϊκὴ καὶ γῆ Βαβυλωνία
|
Learn your fate, land of Chaldea and land of Babylonia
|
|
17.92 καὶ χῶρος Αἰθιοπικὸς καὶ γῆ Μαδιηναία,
|
and the country of Ethiopia and the land of Madiina,
|
|
17.93 ἐξ Ἀββακὺμ τοῦ βλέποντος τὰ συναντήματά σου.
|
from Abbakum the seer.
|
|
17.94 Αὔσονες, γραία Βαβυλών, νῦν ἐπιθήσονταί σοι,
|
The Ausones, O old Babylon, now come against you,
|
|
17.95 καὶ κρατηθήσῃ Βαβυλὼν αὐτοῖς ἀνεπαισθήτως.
|
and imperceptibly, you Babylon, shall be ruled by them.
|
|
17.96 θεὸς γὰρ ἤνοιξεν αὐτοῦ τὸν ὀφθαλμὸν τὸν μέγαν
|
God opened his great eye
|
|
17.97 καὶ τῆς ὀργῆς ἐξήνεγκε τὰ σκεύη τῆς ἰδίας,
|
and carried off the equipment of his own anger,
|
|
17.98 ὅτι καιρὸς ἐλήλυθε τῆς πτώσεως Χαλδαίων
|
for the time had come for the fall of the Chaldeans,
|
|
17.99 καὶ σκηνωμάτων Μαδιὰμ καὶ χώρας Αἰθιόπων
|
and the quarters of Midian and the lands of Ethiopia
|
|
17.100 διὰ χειρὸς Κομνηνικῆς τῆς μονοκρατορούσης.
|
at the hands of the victorious Komnenos, the sole ruler.
|
|
|
|
|
|
|
17.101 Σὺ δέ μοι, διορατικὲ νοῦς καθαρὸς Μιχαία,
|
Will you not now, clear sighted and pure minded Micah,
|
|
17.102 οὐ συνεργεῖς εἰς τὴν εὐχήν, οὐκ ᾄσματα δανείζεις ;
|
join me in prayer, will you not lend me a song ?
|
|
17.103 οὐχ ὑπερεύχη τῶν πιστῶν, οὐ καταρᾷ τοῖς Πέρσαις ;
|
Don’t you pray for the believers, do not you curse the Persians ?
|
|
17.104 πάνυ μὲν οὖν ἐλήλυθας καὶ προφητεύων λέγεις·
|
Come now and speak in a prophetic way :
|
|
17.105 ἰδού σοι, τέκνον Ἰσμαήλ, ὁ Κομνηνὸς δεσπότης
|
Behold, O child of Ismael, the Komnenian Despotes
|
|
17.106 προῆλθεν ἐκ τῆς ἑαυτοῦ βασιλικῆς ἑστίας
|
came from out of his own imperial estate,
|
|
17.107 καὶ μέχρι σκηνωμάτων σου πορεύεται καὶ πάλιν
|
and marches as far as your quarters and back,
|
|
17.108 καὶ τοῖς ὑψώμασι τῆς σῆς γῆς ἐπιβαίνει πάλιν,
|
and upon the heights of your land he trades once more,
|
|
17.109 καὶ σύμπαν ὄρος πρὸ ποδῶν τούτου καταπεσεῖται
|
and the mountain shall at once fall at his feet,
|
|
17.110 καὶ συντριβῇ καὶ συμπτωθῇ καὶ σαλευθῇ καὶ πέσῃ.
|
shattered and shaken, rocked and fallen.
|
|
|
|
|
|
|
17.111 Ἔτι μοι λείπει τῆς ᾠδῆς σῆς, σοφὲ Μιχαία,
|
Still, wise Micah, I need your song :
|
|
17.112 ἔτι μοι δάνεισον εὐχὴν καὶ χρῆσον χρησμῳδίαν·
|
lend me already a prayer and pronounce a chanted prophecy :
|
|
17.113 ἕνεκεν τούτου κόψεται Περσὶς καὶ θρηνῳδήσει,
|
because of this Persia shall beat her chest and wail,
|
|
17.114 γυμνὴ γυμνόπους πορευθῆ κατὰ τὰς θρηνητρίας,
|
driven bare and barefooted into lamentations
|
|
17.115 ποιήσεται καὶ κοπετὸν ὡς κοπετὸν δρακόντων,
|
and shall make a wail like that of dragons,
|
|
17.116 κατὰ τὰς τῶν σειρήνων δὲ πενθήσει θυγατέρας
|
and mourn like the daughters of the Sirens
|
|
17.117 καὶ νικηθῆ καὶ τροπωθῇ καὶ λείξει χοῦν ὡς ὄφις
|
and beaten and put to fight and licking the earth like a serpent,
|
|
17.118 καὶ γνῷ τὴν πτῶσιν ἑαυτῆς, γνῷ τὴν ἰδίαν λύμην·
|
and being aware of her fall and her own defilement ;
|
|
17.119 αὐτὴ τὴν γῆν κατασπερεῖ, πιέσει τὴν ἐλαίαν,
|
she shall herself work the land, and press the olives,
|
|
17.120 τρυγήσεται τὴν ἄμπελον, Ῥώμη δ᾽αὐτὰ κερδάνῃ.
|
and harvest the grapes, but Rome would take the profits.
|
|
|
|
|
|
|
17.121 Ἀνάστα, θύγατερ Σιών, ἡ νεωτέρα Ῥώμη,
|
Arise, daughter of Zion, the newer Rome,
|
|
17.122 καὶ λίκμα τὸ βαρβαρικόν, ἀλόα τὴν Περσίδα·
|
and winnow the barbaric tribe, crush the Persians :
|
|
17.123 διὰ Μιχαίου γὰρ θεὸς εὐαγγελίζεταί σοι
|
God announces you, through the words of Micah,
|
|
17.124 τὸ κέρας θεῖναι σιδηροῦν καὶ τὰς ὁπλὰς χαλκείας,
|
to turn the horn into iron and your hoofs into brass,
|
|
17.125 λαοὺς πολλοὺς δ᾽ὡς ὄστρακον λεπτῦναι πρὸ ποδῶν σου
|
and to break many people as a shell in front of your feet
|
|
17.126 καὶ κατισχῦναι σοι τὸ πᾶν τῶν ἀλλοφύλων φῦλον
|
and to put to shame all foreign tribes
|
|
17.127 καὶ θεῖναι σε βασίλισσαν τῆς ὅλης περιγείου
|
and make you the queen of the whole earth
|
|
17.128 καὶ τὸν Κομνηνοβλάστητον πορφυρανθῆ δεσπότην,
|
and the purple bloom of the Komnenian branch [make] Despotes,
|
|
17.129 τὸν παῖδα καὶ σωτῆρα σου καὶ τὸν ἐκδικητήν σου
|
your child and saviour and your avenger
|
|
17.130 γῆς καταστῆσαι κύριον ἁπάσης καὶ θαλάσσης.
|
and to restore the possession of the entire land and sea.
|
|
|
|
|
|
|
17.131 Ἀμὼς ἀκρέμον προφητῶν, καὶ σὺ συμπάρεσό μοι
|
Amos, branch of the prophets, you too shall join me
|
|
17.132 καὶ « τἀδε λέγει κύριος ὁ παντοκράτωρ » λέγε·
|
and « thus says the Pantocrator » tell :
|
|
17.133 πῦρ ἄσβεστον ἀποστελῶ περὶ τὰ τείχη Γἀζης,
|
I shall send unquenchable fire around the walls of Gaza,
|
|
17.134 καὶ καταφλέζει σύμπαντας αὐτῆς τοὺς θεμελίους,
|
and it shall burn all of her foundations,
|
|
17.135 ἐξολοθρεύσει παντας δὲ κατοίκους τῆς Ἀζώτου·
|
and destroy all the inhabitants of Azotus,
|
|
17.136 σὺν τούτοις ἄρδην ἀπολεῖ καὶ τοὺς Ἀσκαλωνίτας·
|
and together with them annihilate the Ascalonians ;
|
|
17.137 ἐπάξω δὲ τὴν χεῖρα μου πρὸς τέρματα Περσίδος,
|
I will bring my hand upon the boundaries of Persia,
|
|
17.138 καὶ πάντες οἱ κατάλοιποι βαρβάρων ἀπολοῦνται,
|
and all the remaining barbarians shall be destroyed,
|
|
17.139 καὶ τὰς ἐκείνων ἑορτὰς εἰς πένθος μεταστρέψω
|
and Ι will change those feasts in sorrow
|
|
17.140 καὶ τὰς ᾠδὰς εἰς θρήνημα καὶ τὴν χαρὰν εἰς λύπην.
|
and the songs in lament and joy in pain.
|
|
|
|
|
|
|
17.141 Μάθετε, παῖδες Ἰσμαήλ, ἀκούσατε, Περσίδες,
|
Learn, children of Ismael, listen, Persians,
|
|
17.142 ἦλθεν ἡμέρα καθ᾽ὑμῶν, ἡμέρα ποινηλάτις,
|
the day has come upon you, the day of vengeance,
|
|
17.143 καὶ χεὶρ ὑμᾶς Κομνηνικὴ μεθ᾽ὅπλων καταλάβη
|
and the Komnenian hand has seized you with his army,
|
|
17.144 καὶ τοὺς συμμάχους τοὺς ὑμῶν καὶ συμπολεμιστῆρας
|
and your allies and fellow warriors
|
|
17.145 εἰς μέγα χεῖλος ἐμβαλεῖ λεβήτων καιομένων
|
shall throw into a great rim of burning cauldrons,
|
|
17.146 καὶ κατασκάψειεν ὑμᾶς ὡς πόλεις τῶν Σοδόμων
|
and raze you to the ground as the city of Sodom
|
|
17.147 καὶ κατατρίψειεν ὑμᾶς ὡς χώρας τῶν Γομόρρων,
|
and break you down as the country of Gomorrah,
|
|
17.148 καὶ γένοισθε κατὰ δαλὸν ἀπὸ πυρὸς ῥιφέντα,
|
and [make you] become a fire-brand hurled from the fire,
|
|
17.149 καὶ σύμπας νῶτος Περσικὸς σάκκον ἐπενδυθείη.
|
and sackcloth shall be put over the whole back of Persia.
|
|
17.150 ἐκ τῆς Ἀμὼς δανείζομαι καὶ τάδε προφητείας.
|
from Amos I borrow also these prophetic words.
|
|
|
|
|
|
|
17.151 Καὶ σὲ τὸν μὲγαν Ἰωὴλ εὐχέτην προκαλοῦμαι,
|
You, great Joel, the one who prays, I summon,
|
|
17.152 εὐχέτην τοῦ κρατίστου μου μεγάλου βασιλέως
|
[a prayer] for my mightily great Emperor
|
|
17.153 ὡς ἐκ Περσίδος τῆς ἁβρᾶς τάδε θεσπιῳδοῦντα·
|
to sing in a prophetic strain these things as […]
|
|
17.154 ἔθνος ἀνέβη μάχιμον ἐπὶ τὴν γῆν μου μέγα,
|
a great war-like nation ascended upon my earth,
|
|
17.155 ἡ τῶν Αὐσόνων στρατιά, τὸ φῦλον τῶν Ῥωμαίων·
|
the army of the Ausones, the tribe of the Romans :
|
|
17.156 ὀδόντες τούτου δάκνουσιν ὡς λέοντος ὀδόντες,
|
its teeth bite as lions’ do,
|
|
17.157 αἱ μύλαι δὲ συντρίβουσι καθάπερ σκύμνου μύλαι.
|
but their molars shatter as cubs’.
|
|
17.158 ἔθετο τὰς ἀμπέλους μου πρὸς ὄλεθρον καὶ λύμην
|
It appointed my grapevine for ruin and corruption
|
|
17.159 καὶ τὰς συκᾶς μου τὰς καλὰς εἰς συγκλασμὸν καὶ πτῶσιν·
|
and my beautiful fig-trees for breaking and falling :
|
|
17.160 τῷ Κομνηνῷ γὰρ ὁ θεὸς διδοῖ τὴν μοναρχίαν.
|
God grants sovereignty to the Komnenos.
|
|
|
|
|
|
|
17.161 Καὶ πάλιν βλέπων, Ἰωήλ, προφήτευε καὶ λέγε
|
And again, Joel the seer, you utter prophecy and speak
|
|
17.162 περὶ τὴν νῦν τοῦ Κομνηνοῦ κατὰ Περσῶν στρατείαν·
|
about the present campaign of the Komnenos against the Persians :
|
|
17.163 ὡς ὄρθρος ἐκχυθήσεται λαὸς πολὺς καὶ μέγας,
|
at the dawn shall be squandered a vast and great people,
|
|
17.164 λαὸς πολὺς Ῥωμαϊκὸς ἐπὶ βουνὰ Περσίδος,
|
many Roman men on the Persian mountain ;
|
|
17.165 καὶ τὰ μὲν ἔμπροσθεν αὐτοῦ πῦρ λάβρον ἀναλίσκον,
|
before them a fierce and consuming fire,
|
|
17.166 τὰ δ᾽ὄπισθεν ἀφανισμοῦ καὶ συντριμμοῦ πεδίον.
|
but behind them a plain of destruction and ruin.
|
|
17.167 δραμοῦνται κατὰ φάραγγος καὶ κατὰ πεδιάδος
|
They will run down the ravine and the plain
|
|
17.168 καὶ κατὰ πάσης πόλεως βαρβάροις δουλευούσης.
|
and down every city ruled by Barbarians.
|
|
17.169 ὄρος δὲ βρέξει γλυκασμόν, βουνὸς δὲ στάξει γάλα
|
The mountain shall rain sweetness, the hill shall drip with milk
|
|
17.170 εἰς πᾶσαν γῆν ¨Ρωμαϊκὴν ἐν ταύταις ταῖς ἡμέραις.
|
in all Roman lands in these days.
|
|
|
|
|
|
|
17.171 Αὔσονες, ἄνδρες Ἄρεος, μεγαλουργοὶ Ῥωμαῖοι,
|
Ausones, men of Ares, Romans of great deeds,
|
|
17.172 ἀκούσαντες τοῦ βλέποντος πανσόφου Σοφονίου
|
having heard Zephaniah the cleverest seer,
|
|
17.173 ἐγείρατε τοὺς μαχητάς, βαίνετε πρὸς πολέμους,
|
now rouse the warriors, go to war,
|
|
17.174 συγκόψατε τὰ δρέπανα, δράσατε σειρομάστας,
|
cut up the sickles, draw the spears,
|
|
17.175 τὰ δ᾽ἄροτρα συνθλάσατε, χαλκεύσατε ῥομφαίας
|
crush together the plough, forge the broadswords
|
|
17.176 καὶ μετὰ θάρσους καὶ βοῆς κατὰ Περσῶν χωρεῖτε.
|
and with courage and war-cry, advance against the Persians.
|
|
17.177 ἐκθλίψει τούτους ὁ θεὸς χειρὶ τῇ Κομνηνίδι,
|
God shall pressure them at the hand of the Komnenos,
|
|
17.178 καὶ πορευθῶσιν ὡς τυφλοὶ περὶ βαθὺ τὸ σκότος,
|
and they shall march as the blind around the deep darkness,
|
|
17.179 τὸ δ᾽αἶμα τούτων ἐκχεεῖ καὶ διαρράνει κάτω,
|
their blood he shall shed and sprinkle down,
|
|
17.180 τὰς σάρκας δ᾽ἐξαφανιεῖ δίκην σαπρῶν βολβίτων.
|
and tarnish the flesh in the way of rotten dung.
|
|
|
|
|
|
|
17.181 Μωὰβ ἀφανισθήσεται καθάπερ γῆ Σοδόμων
|
Moab shall be destroyed just as the land of Sodom
|
|
17.182 καὶ Δαμασκὸς ἐκλικμηθῆ καθάπερ θημωνία.
|
and may Damascus be winnowed just as into a heap.
|
|
17.183 Αἰθίοπας ἐκ τῆς ἐμῆς τραυματιῶ ῥομφαίας,
|
Ethiopia, be wounded by my broadsword,
|
|
17.184 ἐπὶ βορρὰν τὴν κραταιὰν ἐκτείνω μου παλάμην,
|
against the north I stretch out my mighty hand,
|
|
17.185 τὸν νοῦν δὲ τὸν Ἀσσύριον ἄρδην ἐξαπολέσω
|
the Assyrian heart I shall utterly destroy,
|
|
17.186 καὶ θήσομαι τὴν Νινευὶ πάμπαν ἠφανισμένην.
|
and I will set up Nineveh to vanish entirely.
|
|
17.187 ἐρῶ δ᾽ἐμοῦ τῇ θυγατρὶ τῇ νεωτέρᾳ Ῥώμῃ·
|
I shall tell my daughter, the new Rome :
|
|
17.188 θάρσει μοι, θάρσει, θύγατερ, ἡ χείρ σου κραταιούσθω·
|
trust me, fear not, daughter, be strong your hand :
|
|
17.189 ἐπάξω γάρ σοι καινισμόν, ἐπάξω θυμηδίαν.
|
I shall bring you renewal, I bring you gladness.
|
|
17.190 ταῦτα φησί σοι, βασιλεῦ, θεὸς ἐν Σοφονίᾳ.
|
This God says to you, Emperor, in the book of Zephaniah.
|
|
|
|
|
|
|
17.191 Τί δέ, γεννάδα βασιλεῦ, οὐχὶ καὶ Μαλαχίας
|
Why, noble Emperor, should not also Malachi
|
|
17.192 τὰ πρώτιστα τῶν ἀγαθῶν εὐαγγελίζεταί σοι ;
|
announce you the very best of things ?
|
|
17.193 πάνυ μὲν οὖν, καὶ πρόσεχε τῇ τούτου χρησμῳδίᾳ.
|
Very well, now, let’s turn to his chanted prophecy.
|
|
17.194 ἰδού, φησίν, ὁ βασιλεὺς εἰσέρχεται Ῥωμαίων
|
Behold, he says, the Emperor of the Romans arrives
|
|
17.195 εἰς Περσικὰ σκηνώματα καὶ χώρας ἀλλοφύλων,
|
to Persian quarters and foreign lands,
|
|
17.196 καὶ τίς εἰσόδου τῆς αὐτοῦ βαστάσει τὴν ἡμέραν ;
|
and who shall endure the day of his coming ?
|
|
17.197 ὡς πῦρ γὰρ εἰσπορεύεται λαμπρὸν χωνευτηρίου,
|
for he enters as fire into a bright furnace,
|
|
17.198 καὶ χεὶρ αὐτοῦ προσέοικε κλιβάνῳ καιομένῳ
|
and his hand resembles a burning pan
|
|
17.199 καὶ πάντας τοῦς ἀλλογενεῖς φλάξει καλάμης δίκην,
|
and all the foreigners he crushes like stalks of corn,
|
|
17.200 ὑπολειφθείη δ᾽ἐξ αὐτῶν οὐ ῥίζωσις, οὐ κλῆμα.
|
not a root nor a twig among them left behind.
|
|
|
|
|
|
|
17.201 Οὐδ᾽ὁ Ναοὺμ ὁ θαυμαστὸς ἀπολειφθῇ τοῦ λόγου
|
Not even Nahum the wonderful falls short of words
|
|
17.202 μὴ συνελθεῖν καὶ συνειπεῖν ὑπὲρ τοῦ βασιλέως·
|
to deal and speak for the safety of the emperor :
|
|
17.203 ἡ τρίβος ἡ βασιλικὴ μετὰ σεισμοῦ μεγάλου,
|
the imperial way [is like] the aftermath of a great earthquake,
|
|
17.204 ποδῶν αὐτοῦ κονιορτὸς ὑπὲρ αὐτὰς νεφέλας,
|
with the cloud of dust [raised] by his feet above the clouds themselves,
|
|
17.205 ὀλιγωθῇ καὶ Κάρμηλος καὶ Λίβανος ἐκλίπῃ,
|
Carmel is lessened and Lebanon failed,
|
|
17.206 ἀνασταλήσεται καὶ γῆ τούτου πορευομένου,
|
and the earth shall rise while he is passing through,
|
|
17.207 θυμὸς αὐτοῦ τὰς ἐθνικὰς τήξει σατραπαρχίας
|
his spirit shall melt the foreign satraps
|
|
17.208 καὶ στήσει ῥεῖθρα ποταμῶν καὶ πέτρας διαθρύψει.
|
and halt the course of rivers and break stones.
|
|
17.209 πόλεις Περσίδος ἄδικοι, νῦν τῷ πυρὶ βρωθῆτε,
|
Unjust Persian cities, now you were devoured by the fire,
|
|
17.210 νῦν ὡς γυναῖκες ἐν ὑμῖν λαὸς ὑμῶν ὁ μέγας.
|
now your great people are like women among you.
|
|
|
|
|
|
|
17.211 Ἀνέβη λέων ἄλκιμος ὁ Κομνηνὸς δεσπότης
|
The Despotes Komnenos, stout lion, arises
|
|
17.212 ἀπὸ τῆς μάνδρας ἑαυτοῦ τῆς νεωτέρας Ῥώμης
|
from his own fold of New Rome
|
|
17.213 μετὰ τῶν σκύμνων ἑαυτοῦ τῶν πορφυρογεννήτων
|
with his purple born cubs
|
|
17.214 ἐξολοθρεῦσαι σύμπασαν Περσίδος ἐθναρχίαν·
|
to destroy the entire Persian ethnarchs ;
|
|
17.215 Ναοὺμ ὁ μέγας ἐκβοᾷ καὶ πάλιν προφητεύων·
|
Nahum the great cries aloud and again prophecies :
|
|
17.216 κἀντεῦθεν ἀνατιναγμός, βρασμός, θραυσμὸς καρδίας,
|
hence violent shaking, tumult, heart breaking,
|
|
17.217 ὀδύνη, λειποψύχησις, παράλυσις γονάτων
|
pangs, leaving life, loosening of the knees,
|
|
17.218 καὶ συντριμμὸς καὶ σπαραγμὸς πάση Περσῶν ὀσφύι
|
and ruin and tearing for the entire Persian loin
|
|
17.219 καὶ πᾶν αὐτῶν τὸ πρόσωπον ὡς πρόσκαυμα χυτραῖον.
|
and every face shall be like the soot on the outside of the pot.
|
|
17.220 καὶ τίς τοιούτου λέοντος ὁρμὴν οὐχ ὑποτρέσει ;
|
and who will not flee before the assault of such a lion ?
|
|
|
|
|
|
|
17.221 Εἰς τί κομπάζεις, βάρβαρε τί κεναυχεῖς εἰς μάτην ;
|
What do you boast of, barbarous vain glorious, why do you boast in vain ?
|
|
17.222 τῆς Ἀβδιοῦ κατάκουσον ᾠδῆς τοῦ θεσπεσίου
|
listen to the divinely sung song of Obadia,
|
|
17.223 καὶ τρέσον καὶ συστάληθι καὶ γνῶθι σου τὴν πτῶσιν·
|
and be afraid and cast down and perceive your fall :
|
|
17.224 ὡς ἀετὸς ἀνεπαρθεὶς ἂν αἰθεροδρομήσης
|
having risen up as an eagle skimming the ether
|
|
17.225 καὶ θήσεις σου τὴν νοσσιὰν ἐν μέσῳ τῶν ἀστέρων,
|
and placed the hatchling in the middle of the stars,
|
|
17.226 ἐκεῖθεν καταγάγω σε, φησὶν ὁ παντοκράτωρ,
|
thence I lead you down, thus says the Pantokrator,
|
|
17.227 καὶ θῶ τὸν οἶκον Ἰακὼβ τοῦ δούλου καὶ παιδός μου,
|
and Ι make the house of Jacob, my servant and child,
|
|
17.228 ὃν ἔχρισά μου τῇ χειρὶ Ῥωμαίων βασιλέα,
|
whom I anointed with my hand emperor of the Romans,
|
|
17.229 ὡς πῦρ παφλάζον καυστικόν, ὡς δ᾽εὔπρηστον καλάμην
|
like a corrosive burning fire, and like a well blowing stubble
|
|
17.230 Ἠσαῦ τὸν οἶκον τοῦ πικροῦ, σοῦ τοῦ δολίου Πέρσου.
|
[I will make] the house of the bitter Esau, and of your deceitful Persian.
|
|
|
|
|
|
|
17.231 Ἀγγαῖε, ποῦ προλέλοιπας τοὺς ἄλλους συμπροφήτας ;
|
Hagar, why have you abandoned the other fellow-prophets ?
|
|
17.232 οὐδ᾽ἔρχη μετὰ τῆς αὐτῶν βελτίστης συνοδίας
|
why do you not join this most excellent company
|
|
17.233 ἐπεύξασθαι τῷ βασιλεῖ, τοῖς Πέρσαις ἀπειλῆσαι ;
|
to pray for the Emperor, to destroy the Persians ?
|
|
17.234 νῦν οὐρανὸν καὶ θάλασσαν καὶ γῆν ἐγὼ συσσείσω,
|
Now heaven and sea and earth I shake together,
|
|
17.235 ἐθνῶν δὲ πάντα θησαυρὸν ἀργύρου καὶ χρυσίου
|
all the gold and silver treasures of nations
|
|
17.236 τῷ κλήρῳ μου χαρίσομαι, φησὶν ὁ παντοκράτωρ,
|
I offer to my [lot], the Pantokrator says,
|
|
17.237 καὶ θήσομαί σε, Κομνηνέ, τὸν δοῦλον μου καὶ παῖδα
|
and I shall make you, Komnenos, my servant and child
|
|
17.238 ὡς καθαρὰν καὶ τηλαυγῆ σφαγῖδα καὶ τιμίαν·
|
like a pure and far shining seal and honour.
|
|
17.239 θρόνους δ᾽ἐχθρῶν σου πρὸς τὴν γὴν κυμβάχους καταβάλω,
|
The thrones of your enemies’ head, foremost I’ll throw down to earth
|
|
17.240 καὶ γὰρ ἡρετισάμην σε καὶ γὰρ ἠγάπησά σε.
|
and I will choose you and love you.
|
|
|
|
|
|
|
17.241 Ὁ δ᾽Ἰωνὰς ὁ θαυμαστὸς αὐτομολεῖ τῷ λόγῳ
|
Jonah the marvellous spontaneously joins the discourse,
|
|
17.242 οὐ περιμείνας ὑπ᾽ ἐμοῦ πρὸς τὴν εὐχὴν κληθῆναι,
|
not waiting to be summoned for prayer by me,
|
|
17.243 οὐ φεύγων μὲν ὡς ἔκπαλαι τὸ πρόσωπον κυρίου
|
not fleeing as long ago from the face of the Lord
|
|
17.244 οὐδ᾽ἐκδιδράσκων εἰς Θαρσαῖς ἐπί τινος φορτίδος·
|
and not having escaped to Tarshish on a ship of burden ;
|
|
17.245 τάχα γὰρ ὑποστέλλεται τὸν κλύδωνα καὶ πάλιν,
|
quickly he draws back the wave and again,
|
|
17.246 πάλιν φοβεῖται τὸν βυθόν, κατέπτηχε τὸ κῆτος
|
again fear the depths, cower the whale
|
|
17.247 καὶ τὴν ἐν τούτῳ προσμονὴν ἄχρι τριττῆς ἡμέρας.
|
and in the inside he stays for three days.
|
|
17.248 σὺν δὲ κηρύγματι λαμπρῷ καὶ σὺν φωνῇ μεγάλη
|
With a radiant proclamation and with a great voice
|
|
17.249 « ἔτι τρεῖς μόναι », κέκραγε, « παρέλθωσιν ἡμέραι,
|
« yet three alone », he clamoured, « days pass,
|
|
17.250 καὶ Περσικὴ καταστραφῇ χώρα καὶ πόλις πᾶσα ».
|
and the Persian country and all cities will be subdued ».
|
|
|
|
|
|
|
17.251 Σὺ δ᾽ἀλλὰ ποῦ προφεύγεις με καὶ ποῦ με δραπετεύεις,
|
But why did you shun me and why did you run from me,
|
|
17.252 Ἱερεμία θαυμαστὲ θρηνητικὲ προφῆτα ;
|
marvellous Jeremiah, the lamenting prophet ?
|
|
17.253 ἢ κάθῃ πάλιν τὴν Σιὼν ὡς πάλαι περικλαίων
|
Shall you make Zion stand weeping round as long ago,
|
|
17.254 πυρποληθῆναι μέλλουσαν ὑπὸ Βαβυλωνίων
|
she is about to be burned by the Babylonians
|
|
17.255 καὶ πάλιν ὕδωρ ἐξαιτεῖς τῇ κεφαλῇ δοθῆναι,
|
and shall you again ask for water to be given to your head,
|
|
17.156 τοῖς δ᾽ὀφθαλμοῖς ἐπιζητεῖς ὅλας πηγὰς δακρύων ;
|
and seek many tears for your eyes ?
|
|
17.257 μὴ σύ, βλεπόντων κορωνίς, <…………………..
|
not, garland of the seers, <………………..
|
|
17.258 …………………………..> ἀλλὰ λιπὼν τοὺς θρήνους
|
……………> but having finished the lament
|
|
17.259 σὺν εὐφροσύνῃ πρόπεμπε τὸν αὐτοκράτορά μου
|
with merriment send forth my Autokrator
|
|
17.260 στρατεύοντα κατὰ Περσῶν ὑπὲρ ἡμῶν καὶ πάλιν.
|
to fight for us again against the Persians.
|
|
|
|
|
|
|
17.261 Θεός σοι ταῦτα, μέγιστε Ῥωμαίων αὐτοκράτορ,
|
God tell you these things, great Autokrator of the Romans,
|
|
17.262 ἐν γλώσσῃ τῇ προφητικῇ φησὶν Ἱερεμίου·
|
through the prophetic tongue of Jeremiah :
|
|
17.263 εἶδον σε καὶ γινώσκω σε καὶ δεδοκίμακά σε,
|
I saw you, knew you and then I had chosen you ;
|
|
17.264 πρὶν ἐν κοιλίᾳ συλληφθῆς, αὐτὸς ἐπίσταμαί σε,
|
before you were even shaped in the belly, I myself knew you,
|
|
17.265 καὶ πρὶν ἐξέλθης ἐκ γαστρός, αὐτὸς ἡγίακά σε
|
and before you came out of it [the belly], I sanctified you
|
|
17.266 καὶ πάσης αὐτοκράτορα τῆς γῆς πεποίηκά σε
|
and I made you Autokrator of the whole earth,
|
|
17.267 καί πρὸ ποδῶν σου τέθεικα πάντων ἐχθρῶν αὐχένας
|
and in front of your feet I placed the necks of all the enemies
|
|
17.268 καὶ μετὰ σοῦ πορεύσομαι καὶ μετὰ σοῦ στρατεύσω
|
and I shall march and take the field with you
|
|
17.269 ῥυόμενος καὶ σκέπων σε καὶ σώζων καὶ φρουρῶν σε
|
delivering you and sheltering you and saving you and protecting you
|
|
17.270 ἐν πάσαις ταῖς ἡμέραις σου καὶ σύμπαντι τῷ βίῳ.
|
every day and for all your life.
|
|
|
|
|
|
|
17.271 Χαῖρε μοι, πόλις Βυζαντίς, χαῖρε, Σιὼν ἡ νέα,
|
Rejoice with me, Byzantium, rejoice, New Zion,
|
|
17.272 καὶ πάλιν γὰρ ὁ βασιλεὺς ὁ σὸς στραροπεδεύει
|
and once again thy Emperor encamps
|
|
17.273 ἐξολοθρεύσων ἀπὸ σοῦ τόξα Περσῶν καὶ βέλη
|
violently warding off the bows and arrows of the Persians from you
|
|
17.274 καὶ πᾶσαν ἵππον ἐθνικὴν καὶ πᾶν βαρβάρων ἅρμα.
|
and all foreign horses and all the chariots of the barbarians.
|
|
17.275 ἀνύδρων ἐξαπόστειλον λάκκων τοὺς σοὺς δεσμίους,
|
Send out your prisoners from the waterless pit,
|
|
17.276 ἰδοὺ γὰρ ἔφθασε καιρὸς ἡμέρας σωτηρίου,
|
and now the day of the saviour has arrived,
|
|
17.277 καὶ χρηματίσει βασιλεὺς εἶς μόνος μονοκράτωρ
|
and he shall be appointed as emperor, a sole ruler,
|
|
17.278 ὁ Κομνηνὸς ὁ κραταιὸς καὶ κλῆσις τούτῳ μία
|
the mighty Komnenos and his name only
|
|
17.279 κυκλοῦσα σύμπασαν τὴν γῆν, πᾶσι προσκυνουμένη.
|
shall revolve around the earth, being worshipped by everyone.
|
|
17.280 προλέγει ταῦτα σοι τρανῶς ὁ μέγας Ζαχαρίας.
|
This the great Zacharias announces clearly to you.
|
|
|
|
|
|
|
17.281 Καὶ πῶς τὸ μέλος τῆς εὐχῆς εὐρύθμως μοι πλακείη
|
And how can I compose a song of prayer in good rhythm
|
|
17.282 μὴ συμπαρούσης ἐνταυθοῖ τῆς Ἠσαΐου λύρας
|
if the lyre of Isaiah does not assist in this,
|
|
17.283 καὶ συναυλούσης ἐμμελῶς καὶ συμμουσηγετούσης ;
|
if it does not play along in harmony and co-direct the music with me ?
|
|
17.284 « εὐφράνθητι » γὰρ κέκραγεν, « ἔρημος ἡ διψῶσα,
|
« Be glad » he clamours, « desert and parched land,
|
|
17.285 ἄνθησον, ὑλοχάρησον καὶ βλάστησον ὡς κρίνον·
|
bloom, overgrow and sprout like a lily :
|
|
17.286 πορευομένου γὰρ εἰς σὲ τοῦ Κομνηνοῦ δεσπότου
|
the Despotes Komnenos has come to you,
|
|
17.287 ἀντὶ στοιβῆς μὲν χθαμαλῆς κυπάριττος μεγάλη,
|
in place of a low pile [shall rise] a great cypress,
|
|
17.288 ἀντὶ κονίζης δὲ μικρᾶς ἀρθήσεται μυρσίνη,
|
in place of a small briar, shall raise a myrtle,
|
|
17.289 καὶ τῶν ἀψύχων ἐπ᾽αὐτῷ πάντως ἀγαλλομένων
|
and the faint-hearted of them all exulting
|
|
17.290 καὶ τὴν χαρὰν τὴν ἑαυτῶν πραγματικῶς δεικνύντων. »
|
and the joy itself shines forth fit for action. »
|
|
|
|
|
|
|
17.291 Ξυρήσειεν, Ἀσσύριε, θεὸς τὴν κεφαλήν σου,
|
God has shaved your head, Assyria,
|
|
17.292 ἀφέλῃ δὲ τὸν πώγωνα κατὰ τὸν Ἠσαΐαν,
|
remove the beard, as Isaiah says,
|
|
17.293 καὶ σχοῖνος ἔσται σοι ζωστὴρ ἀντὶ χρυσοῦ ζωστῆρος,
|
and in place of a golden warrior’s belt there will be for you a reed [belt],
|
|
17.294 σάκκον δ᾽ἐνδύση τρίχινον ἀντὶ τῆς πορφυρίδος
|
in place of the purple robe you’ll wear a hair sackcloth,
|
|
17.295 καὶ σχῆς φαλάκραν κεφαλῆς ἀντὶ τοῦ ταύτης κόσμου,
|
and in place of a well-dressed head you’ll have a bald one,
|
|
17.296 ὡς δὲ τερέβινθος φανῇς τῶν φύλλων γυμνωθεῖσα,
|
you’d look like a terebinth stripped of its leaves,
|
|
17.297 ὡς ἄνυδρος παράδεισος, ὡς αὐχμηρός τις κῆπος,
|
as a waterless garden, a dry orchard,
|
|
17.298 καὶ ταπεινώσαι σε θεὸς ὁ μέγας καὶ μονώσαι
|
and God, the great one, shall humble and isolate you
|
|
17.299 ὡς ἔρημον καὶ ταπεινὴν σκηνὴν ἐν ἀμπελῶνι,
|
as a desert and as a miserable tent in a vineyard,
|
|
17.300 ὡς ὀπωροφυλάκιον ἐπὶ σικυηλάτῳ.
|
and a storehouse in a cucumber garden.
|
|
|
|
|
|
|
17.301 Ἄγγειλον, Ἰεζεκιήλ, καὶ σὺ τὴν ὅρασίν σου,
|
You announce, Ezekiel, and your vision is this :
|
|
17.302 ἣν εἶδες ὡς ὑπερφυῶς ἀμφὶ τὴν γῆν Χαλδαίων.
|
you see extraordinarily how great the land of Chaldea is.
|
|
17.303 πνεῦμα, φησίν, ἐξήρχετο μεγάλη σὺν νεφέλη,
|
a wind, he says, came together with a great cloud,
|
|
17.304 φέγγος καὶ πῦρ περὶ αὐτὸ καὶ χάρις τεραστία
|
with brightness and fire around it and a prodigious grace
|
|
17.305 καὶ κύκλῳ τούτου θαυμαστὸν σχῆμα τεττάρων ζῴων.
|
and surrounding it a marvellous likeness of four animals.
|
|
17.306 πτέρυγες τούτων τοῖς ποσί, σπινθῆρες ἀπὸ τούτων,
|
Wings on their feet, sparks from them,
|
|
17.307 τὰ πρόσωπα τοῖς τέσσαρσιν ἀλλήλοις ἡνωμένα,
|
the faces of the four united as one,
|
|
17.308 καὶ τέλος τῆς ὁράσεως τῆς παραδόξου ταύτης·
|
and the end of such an incredible vision :
|
|
17.309 ὅπου τὸ πνεῦμα τὴν ὁρμὴν ἐποίει καὶ τὴν ῥύμην,
|
where the wind makes way and goes,
|
|
17.310 ἐκεῖ συνεπορεύοντο συνάμα καὶ τὰ ζῷα.
|
there the animals go all together at the same time.
|
|
|
|
|
|
|
17.311 Δοκῶ μοι, θεῖε προφητῶν, τὴν ὅρασίν σου ταύτην
|
It seems to me, divine prophets, this vision of yours
|
|
17.312 τὸν Κομνηνὸν αἰνίττεσθαι δεσπότην Ἰωάννην
|
speaks in riddles of the Despotes John Komnenos
|
|
17.313 καὶ τὴν ἐκ τούτου τετρακτὺν τῶν πορφυρογεννήτων.
|
and the four [creatures] are those porphyrogenites from him [his offspring]
|
|
17.314 κινεῖται γὰρ κατὰ Περσῶν ὡς λαίλαψ τεραστία
|
He urges us on against the Persians as a monstrous hurricane
|
|
17.315 καὶ πῦρ καὶ φῶς περὶ αὐτόν, τοῖς μὲν ἐχθροῖς ἐκεῖνο,
|
with fire and light around him, against the enemies there,
|
|
17.316 τοῦτο δ᾽ἡμῖν τοῖς Αὔσοσιν, ἀλλὰ καὶ κύκλῳ τούτου
|
here with us against the Ausones, but around him,
|
|
17.317 ζῴων ἀρίστων τετρακτὺς ἡ τετρακτὺς τῶν παίδων.
|
the sum of the first four numbers which are the sum of the first four number of sons.
|
|
17.318 οἱ πόδες τούτων πτερωτοὶ τῷ πρὸς τὰς μάχας τάχει,
|
The winged feet of them [going] towards battles fleetly,
|
|
17.319 πυρὸς σπινθῆρες ἐξ αὐτῶν ὥσπερ χαλκὸς ἀστράπτων
|
the sparks of fire from them just as hurling copper lightning
|
|
17.320 καὶ τῷ πατρὶ καὶ βασιλεῖ πάντοτε συγκινοῦνται.
|
and always go everywhere together with their father and emperor.
|
|
|
|
|
|
|
17.321 Θαρσεῖτε, κλῆρος εὐσεβῶν, θαρσεῖτε, τέκνα Ῥώμης,
|
Take Courage, pious people, take courage, children of Rome,
|
|
17.322 ἀνάστητε καὶ ζήσατε, νῦν γὰρ ὁ παντοκράτωρ
|
rise up and live, for now the Pantokrator
|
|
17.323 ἡμῖν ὀστέοις τοῖς ξηροῖς πνεῦμα ζωῆς κομίσει
|
shall bring a spirit of life into my dry bones,
|
|
17.324 ἐν τῇ χειρὶ τοῦ κραταιοῦ πορφυρανθοῦς δεσπότου
|
in the hand of the mighty Despotes of the purple blossom
|
|
17.325 καὶ δώσει νεύρων ἔκφυσιν καὶ σάρκας ἐπανάξει
|
and shall provide growing nerves and restore the flesh
|
|
17.326 καὶ δέρμα ταύταις ἐντενεῖ καὶ μέλη διαπλάσει,
|
and shall place skin upon them and shape limbs,
|
|
17.327 καὶ ζήσομεν καὶ τῶν πικρῶν ἐξεγερθῶμεν τάφων,
|
and we shall live, and awaken from bitter graves,
|
|
17.328 ἡ δὲ Περσὶς ἡ σοβαρὰ μέχρι ξηρῶν ὀστέων
|
while the violent Persia [shall become] dry bones,
|
|
17.329 καὶ μέχρις Ἅιδου καὶ ταφῆς ἀντικατενεχθείη.
|
brought down in Hades and to their graves.
|
|
17.330 ἀπὸ τῶν Ἰεξεκιὴλ καὶ τάδε θεαμάτων.
|
From Ezekiel came this vision.
|
|
|
|
|
|
|
17.331 Ὁ λίθος, ἄναξ, ὁ τμηθεὶς ἄνευ χειρὸς ἀνθρώπου,
|
The stone, Lord, the one cut without human hands,
|
|
17.332 ὁ βροτωθεὶς καὶ γεννηθεὶς ἀπὸ μητρὸς ἀσπόρως,
|
the generated and produced from an unsown mother,
|
|
17.333 συντρίψαι σοι τὴν ἐθνικὴν εἰκόνα τὴν μεγάλην,
|
shall shatter […] the great foreign image,
|
|
17.334 τὴν κεφαλὴν τὴν ἐκ χρυσοῦ, τὰς ἐξ ἀργύρου χεῖρας
|
the golden head, the hands of silver
|
|
17.335 καὶ τοῦς μηροὺς τοὺς ἐκ χαλκοῦ, τὰς ἐκ σιδήρου κνήμας
|
and the thighs of copper, the legs of iron
|
|
17.336 μέχρι ταρσῶν τε καὶ ποδῶν τῶν ὀστρακοσιδήρων,
|
as far as iron covered feet,
|
|
17.337 λεπτύναι καὶ λικμήσαι σοι καὶ θείη κούφην κόνιν
|
and for you reduce and winnow the divine unsubstantial dust
|
|
17.338 ὡς ἅλωνος κονιορτὸν ἀέρι κεχυμένον,
|
as threshing sheds a dust cloud,
|
|
17.339 τὸ δ᾽εὐσεβὲς τοῦ κράτους σου τοῦ τρισαυγούστου σκῆπτρον
|
the pious sceptre of the mighty thrice Augustus
|
|
17.340 κατὰ τὸν μέγαν Δανιὴλ ὡς ὄρος μέγα θείη.
|
according to Daniel as a great divine mountain.
|
|
|
|
|
|
|
17.341 Τῶν σῶν δέ, μέγιστε Δαυίδ, κόρον οὐκ ἔχω λόγων,
|
I am not yet full of your words, Great David,
|
|
17.342 ἀλλὰ καλῶ καὶ πάλιν σου τὴν ἱερὰν κιθάραν
|
and once more I summon your holy Kithara,
|
|
17.343 κιθαρῳδῆσαι τὰ χρηστὰ τῷ Κομνηνῷ δεσπότη.
|
so to sing the best things to the Komnenian Despotes.
|
|
17.344 παμβασιλεῦ, τὸ κρῖμα σου τῷ βασιλεῖ μου δίδου
|
All-Emperor, give to my Emperor your verdict,
|
|
17.345 καὶ τὴν δικαιοσύνην σου τῷ βασιλέως τέκνῳ.
|
and your righteousness to his son.
|
|
17.346 ἐν ταῖς ἡμέραις γὰρ αὐτοῦ πλῆθος ἐστὶν εἰρήνης,
|
For in his days is a multitude of peace,
|
|
17.347 σώσει πτωχοὺς καὶ πένητας καὶ θραύσει συκοφάντας,
|
he shall deliver beggars and poor men and shatter false advisors,
|
|
17.348 πασῶν κρατήσει θαλασσῶν, ἄρξει πασῶν ἠπείρων,
|
have dominion over all the seas, rule all lands,
|
|
17.349 ἔμπροσθεν τούτου πέσωσιν ἄρχοντες Αἰθιόπων,
|
in front of him fall the lords of Ethiopia,
|
|
17.350 ἐχθροὶ δὲ τούτου λείξουσι κατὰ τοὺς ὄφεις χῶμα.
|
and his enemies shall lick dust like serpents.
|
|
|
|
|
|
|
17.351 Ζητῶ τὸ λεῖπον τῆς εὐχῆς τῆς εἰς τὸν βασιλέα,
|
I am seeking for the remainder of the prayer for the Emperor,
|
|
17.352 οὐ γὰρ ἐξετελέσθη σοι, προφῆτα μουσηγέτα.
|
it is not finished yet for you, prophet and leader of the Muses.
|
|
17.353 Θαρσεῖς οἱ βασιλεύοντες, Ἀρράβων οἱ κρατοῦντες,
|
The lords of Tarshish, the Arab rulers,
|
|
17.354 οἱ κυριεύοντες Σαβᾶ, νήσων οἱ τυραννοῦντες
|
the lords of Sheba, the tyrants of the islands
|
|
17.355 δῶρα προσοίσουσιν αὐτῷ καὶ φόρους κομιοῦσι,
|
bring gifts to him and provide tribute,
|
|
17.356 καὶ σύμπαν ἀλαζονικὸν ἔθνος αὐτῷ δουλεύσει,
|
and all boastful peoples shall submit to him,
|
|
17.357 ἀρθῶσιν ὑπὲρ Λίβανον οἱ τούτου θεῖου κλάδοι,
|
may the divine branches of Lebanon be taken away,
|
|
17.358 καὶ ζήσεται μακραίωνα πανευτυχῶς τὸν βίον,
|
and he shall live for a long time and be fortunate,
|
|
17.359 κἀκ τοῦ χρυσοῦ κομίσουσιν αὐτῷ τῆς Ἀρραβίας.
|
and they shall give him gold from Arabia.
|
|
17.360 γένοιτο ταῦτα, γένοιτο τῷ βασιλεῖ, παντάναξ.
|
May it be, may it be to the Emperor, Pantanax.
|
|
|
|
|
|
|
17.361 Ναί, θεοπάτορ ψαλτῳδέ καὶ πάλιν τοῖς βαρβάροις
|
Verily, Theopator Psalmist and again to the barbarians
|
|
17.362 ἀρὰς μεγάλας πρόπεμπε καὶ παλαμναιοτάτας
|
send great ruin and murder
|
|
17.363 « ὀλόθρευσον », ἀναβοῶν, « θεὸς τοὺς Ἰδουμαίους
|
« God destroys », I shout aloud, « the Edomites
|
|
17.364 καὶ τοὺς τῆς Ἄγαρ σκύλακας καὶ τοὺς Ἰσμαηλίτας
|
and the whelps of Hagar and Ismaelites
|
|
17.365 ὡς τὸν Γεβὰλ καὶ τὸν Ἀμμὼν καὶ τοὺς Ἀμαληκίτας,
|
as Gebal (Gibelet) and the Ammonites and the Amalekites,
|
|
17.366 τοὺς ἐν Σιδῶνι δυσσεβεῖς καὶ τοὺς κατοίκους Τύρου.
|
the impious Sidones and the inhabitants of Tyre.
|
|
17.367 καὶ τόσα ποίησον αὐτοῖς χειρὶ τῇ Κομνηνίδι,
|
and at the hands of the Komnenos you shall do many things,
|
|
17.368 ὁπόσα πρὶν τῇ Μαδιὰμ καὶ τῷ πικρῷ Σισάρᾳ.
|
as many as to Midian before and to bitter Sisera.
|
|
17.369 ὡς κόπρος γενηθήτωσαν, εἰς γῆν ἠτιμωμένοι,
|
As dung they became, dishonoured in earth,
|
|
17.370 καὶ θοῦ μοι τούτους ὡς τροχὸν καὶ τῆξον ὡς κηρίον. »
|
and make them as a whirlwind melts them like honeycomb. »
|
|
|
|
|
|
|
17.371 Ἄμπελον, ἄναξ ὕψιστε, μετῆρας ἐξ Αἰγύπτου,
|
A grape vine, loftiest lord, you transplanted from Egypt,
|
|
17.372 ἡμᾶς τὸν νέον σου λαόν, τὸ νέον σχοίνισμά σου,
|
your new people [for us], your new lands,
|
|
17.373 καὶ κατεφύτευσας αὐτῆς ἐν γῇ καλῆ τὰς ῥίζας,
|
and planted her roots in this fine land,
|
|
17.374 ἐν γῆ καλῆ καὶ πίονι, τῇ νεωτέρᾳ Ῥώμῃ·
|
a fine and wealthy land, the new Rome :
|
|
17.375 ἐκάλυψεν ἐν τῇ σκιᾷ βουνῶν μεγάλων ὕψη,
|
the heights of the great hills covered in the shade
|
|
17.376 τὰς κέδρους δὲ τὰς ὑψηλὰς ἐν ταῖς ἀναδενδράσιν,
|
and the high cedars in the vine that grows up trees,
|
|
17.377 ἐξέτεινε τὰ κλήματα μέχρι θαλάσσης ἄκρας
|
stretch out the vine branch as far as the furthest sea
|
|
17.378 καὶ μέχρις ἄκρων ποταμῶν τὰ τῶν παραφυάδων·
|
and as far as the furthest the offshoots :
|
|
17.379 καὶ νῦν ἐπίσκεψαι, θεός, τὴν ἄμπελόν σου ταύτην,
|
and now watch over, God, this grapevine of yours,
|
|
17.380 μὴ σῦς αὐτὴν ἀπὸ δρυμοῦ καὶ μονιὸς λυμήνη.
|
so that the pig from the forest and the boar do not waste her.
|
|
|
|
|
|
|
17.381 Χριστός, γεννάδα βασιλεῦ, ὁ κτίσας σε καὶ πλάσας
|
Christ, noble Emperor, the one who he created, made
|
|
17.382 καὶ στέψας ἀπὸ βρέφους σε καὶ βασιλέα χρίσας
|
and crowned you from the womb and anointed you Emperor
|
|
17.383 δύναμιν περιζώσαι σε καὶ κράτος ἐπενδύσαι
|
might gird you and dress you with power,
|
|
17.384 καὶ καταρτίσαι πόδας σου καὶ στέρνα θωρακίσαι
|
and ready your feet and put on your breastplate
|
|
17.385 καὶ θείη τοὺς δακτύλους σου καὶ τοὺς βραχίονάς σου
|
and make your fingers and your arms
|
|
17.386 τόξον χαλκοῦν σφυρήλατον ἐν τῷ πολέμῳ πάλιν,
|
as the bow of brass and iron ready to war again,
|
|
17.387 ἐφ᾽ὑψηλοῦ δὲ στήσαι σε καὶ δοίη σωτηρίαν·
|
raise you up high and grant you salvation :
|
|
17.388 καὶ σὺ διώξη τοὺς ἐχθροὺς καὶ τούτους καταλήψη.
|
and you shall pursue the enemies and the seize them.
|
|
17.389 οὐκ ἀποστρέψεις ἀπ᾽αὐτῶν, ἕως ἐκλίπωσί σοι,
|
Do not turn away from them, until they are slain by you,
|
|
17.390 καὶ σοὶ λαὸς δουλεύσειεν, ὅνπερ οὐκ ἔγνως ἔτι.
|
and their people, whom I know not yet, enslaved.
|
|
|
|
|
|
|
17.391 Οἱ μὲν λοιποὶ τῶν προφητῶν, ἄναξ, ἐπηύξαντό σοι,
|
The remaining prophets, Lord, they pray for you,
|
|
17.392 ἡ τοῦ βοῶντος δὲ φωνὴ λοιπὸν ἐκλαλησάτω,
|
but the voice of the one who screams shall tell the rest,
|
|
17.393 ἐμὲ φημὶ τὸν Πρόδρομον τὸν ἐκ τῆς πανερήμου.
|
Myself, I say, Prodromos from the desert.
|
|
17.394 ἰσχύσαι τοίνυν, ὕψιστε, τὰ φῦλα τῶν βαρβάρων
|
therefore be strong, highest, the tribes of barbarians
|
|
17.395 καὶ τῆς Περσίδος ὁ λαός, ὅσον αὐτὸς ἰσχύω,
|
and the Persian people, as much as is in my power,
|
|
17.396 οὕτω τὸ βέλος πέμψειεν, ὥσπερ αὐτὸς ἐκπέμπω,
|
as they sent an arrow, so I sent it out,
|
|
17.397 οὕτω τὸ δόρυ τείνειεν, ὥσπερ αὐτὸς ἐντείνω.
|
as they stretch out the spear, so I stretch it too.
|
|
17.398 εἴπω τὰ πάντα συνελὼν καὶ παύσω μου τὸν λόγον·
|
I briefly say it all and I finish my speech :
|
|
17.399 γένοιτο τούτοις στόμαχος ὡς στόμαχος Προδρόμου
|
This throat becomes as the throat of Prodromos
|
|
17.400 καίτοι μετὰ τὸν σίδηρον καὶ μετὰ τὸν καυτῆρα.
|
and even greater after the iron and after the burner.
|
|
|
|
|
|
|
17.401 Ἔμαθες, γραῖα Βαβυλών, τὰ πάθη τῆς Περσίδος
|
Learn, old woman Babylon, the fate of Persians
|
|
17.402 καὶ πόσα δέδρακεν αὐτὴν ὁ Κομνηνὸς δεσπότης,
|
and how many great things the Komnenian Despotes did to her,
|
|
17.403 καὶ συσταλεῖσα τὴν ψυχὴν καὶ φόβου πληρωθεῖσα
|
and after humbling your soul and being full of fear
|
|
17.404 δορυφορεῖν οἰκετικῶς λατρεύειν ἐπαγγέλῃ.
|
promise to serve and guard in a slavish manner.
|
|
17.405 κάμπτεις αὐτῷ τὸν τράχηλον, ὁμολογεῖς δουλεύειν
|
Bend your neck in front of him, accept service
|
|
17.406 καὶ φόρους κατατίθεσαι τῇ νεωτέρᾳ Ῥώμῃ·
|
and proffer tribute to new Rome :
|
|
17.407 οὕτως τὸ σκέμμα γηραιᾶς, τὸ δούλευμα φρονίμου·
|
so the problem of an old man, a service of the prudent one :
|
|
17.408 καὶ δούλευε καὶ λάτρευε, μὴ πάθης τὰ Περσίδος.
|
serve and be a subject, so as not to suffer the fate of Persia.
|
|
17.409 σοὶ δὲ τὸ θεῖον, βασιλεῦ, δοίη μακροὺς αἰῶνας
|
To you, Emperor, may the Divine give you a long life,
|
|
17.410 εἰς τοὺς αἰῶνας οὐρανοῦ καὶ τοὺς ἡλίου κύκλους.
|
unto the ages of heaven and the cycles of the sun.
|